† Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου (Ψαλ. 50,17)

† Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου (Ψαλ. 50,17)
† Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου (Ψαλ. 50,17)

Τρίτη 6 Ιουλίου 2021

Γενέσιον τοῦ Τιμίου ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου (24 Ιουνίου).



Ευαγγέλιο (Λουκά α' 1-25, 57-68, 76, 80)

Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν ἡμῖν πραγμάτων

καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ᾿ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ λόγου,

ἔδοξε κἀμοί, παρηκολουθηκότι ἄνωθεν πᾶσιν ἀκριβῶς, καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε,

ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν.

᾿Εγένετο ἐν ταῖς ἡμέραις ῾Ηρῴδου τοῦ βασιλέως τῆς ᾿Ιουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας ᾿Αβιά, καὶ ἡ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων ᾿Ααρών, καὶ τὸ ὄνομα αὐτῆς ᾿Ελισάβετ.

ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐνώπιον τοῦ Θεοῦ, πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ Κυρίου ἄμεμπτοι.

καὶ οὐκ ἦν αὐτοῖς τέκνον, καθότι ἡ ᾿Ελισάβετ ἦν στεῖρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν.

᾿Εγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ ἔναντι τοῦ Θεοῦ,

κατὰ τὸ ἔθος τῆς ἱερατείας ἔλαχε τοῦ θυμιᾶσαι εἰσελθὼν εἰς τὸν ναὸν τοῦ Κυρίου·

καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος.

ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος.

καὶ ἐταράχθη Ζαχαρίας ἰδών, καὶ φόβος ἐπέπεσεν ἐπ᾿ αὐτόν.

εἶπε δὲ πρὸς αὐτὸν ὁ ἄγγελος· μὴ φοβοῦ, Ζαχαρία· διότι εἰσηκούσθη ἡ δέησίς σου, καὶ ἡ γυνή σου ᾿Ελισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ ᾿Ιωάννην·

καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις, καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται.

ἔσται γὰρ μέγας ἐνώπιον τοῦ Κυρίου, καὶ οἶνον καὶ σίκερα οὐ μὴ πίῃ καὶ Πνεύματος ῾Αγίου πλησθήσεται ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ,

καὶ πολλοὺς τῶν υἱῶν ᾿Ισραὴλ ἐπιστρέψει ἐπὶ Κύριον τὸν Θεὸν αὐτῶν·

καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει ᾿Ηλιού, ἐπιστρέψαι καρδίας πατέρων ἐπὶ τέκνα καὶ ἀπειθεῖς ἐν φρονήσει δικαίων, ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον.

καὶ εἶπε Ζαχαρίας πρὸς τὸν ἄγγελον· κατὰ τί γνώσομαι τοῦτο; ἐγὼ γάρ εἰμι πρεσβύτης καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς.

καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ· ἐγώ εἰμι Γαβριὴλ ὁ παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ, καὶ ἀπεστάλην λαλῆσαι πρός σε καὶ εὐαγγελίσασθαί σοι ταῦτα.

καὶ ἰδοὺ ἔσῃ σιωπῶν καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα, ἀνθ᾿ ὧν οὐκ ἐπίστευσας τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν.

καὶ ἦν ὁ λαὸς προσδοκῶν τὸν Ζαχαρίαν, καὶ ἐθαύμαζον ἐν τῷ χρονίζειν αὐτὸν ἐν τῷ ναῷ.

ἐξελθὼν δὲ οὐκ ἠδύνατο λαλῆσαι αὐτοῖς, καὶ ἐπέγνωσαν ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ· καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενε κωφός.

καὶ ἐγένετο ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ.

Μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν ᾿Ελισάβετ ἡ γυνὴ αὐτοῦ, καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε,

λέγουσα ὅτι οὕτω μοι πεποίηκεν ὁ Κύριος ἐν ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν τὸ ὄνειδός μου ἐν ἀνθρώποις.

Τῇ δὲ ᾿Ελισάβετ ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν, καὶ ἐγέννησεν υἱόν.

καὶ ἤκουσαν οἱ περίοικοι καὶ οἱ συγγενεῖς αὐτῆς ὅτι ἐμεγάλυνε Κύριος τὸ ἔλεος αὐτοῦ μετ᾿ αὐτῆς, καὶ συνέχαιρον αὐτῇ.

Καὶ ἐγένετο ἐν τῇ ὀγδόῃ ἡμέρᾳ ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν.

καὶ ἀποκριθεῖσα ἡ μήτηρ αὐτοῦ εἶπεν· οὐχί, ἀλλὰ κληθήσεται ᾿Ιωάννης.

καὶ εἶπον πρὸς αὐτὴν ὅτι οὐδείς ἐστιν ἐν τῇ συγγενείᾳ σου ὃς καλεῖται τῷ ὀνόματι τούτῳ·

ἐνένευον δὲ τῷ πατρὶ αὐτοῦ τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτόν.

καὶ αἰτήσας πινακίδιον ἔγραψε λέγων· ᾿Ιωάννης ἐστὶ τὸ ὄνομα αὐτοῦ· καὶ ἐθαύμασαν πάντες.

ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ παραχρῆμα καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει εὐλογῶν τὸν Θεόν.

καὶ ἐγένετο ἐπὶ πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς, καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς ᾿Ιουδαίας διελαλεῖτο πάντα τὰ ρήματα ταῦτα,

καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν λέγοντες· τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ χεὶρ Κυρίου ἦν μετ᾿ αὐτοῦ.
Καὶ Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη Πνεύματος ῾Αγίου καὶ προεφήτευσε λέγων·

Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ ᾿Ισραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ.

Καὶ σύ, παιδίον, προφήτης ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου ἑτοιμάσαι ὁδοὺς αὐτοῦ.

Τὸ δὲ παιδίον ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι, καὶ ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν ᾿Ισραήλ.

Απόστολος (Προς Ρωμαίους Επιστολή Παύλου ΙΓ' 11-14, ΙΔ' 1-4)

Καὶ τοῦτο, εἰδότες τὸν καιρόν, ὅτι ὥρα ἡμᾶς ἤδη ἐξ ὕπνου ἐγερθῆναι· νῦν γὰρ ἐγγύτερον ἡμῶν ἡ σωτηρία ἢ ὅτε ἐπιστεύσαμεν.

ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικεν. ἀποθώμεθα οὖν τὰ ἔργα τοῦ σκότους καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός.

ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατήσωμεν, μὴ κώμοις καὶ μέθαις, μὴ κοίτας καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ,

ἀλλ᾿ ἐνδύσασθε τὸν Κύριον ᾿Ιησοῦν Χριστόν, καὶ τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας.

Τὸν δὲ ἀσθενοῦντα τῇ πίστει προσλαμβάνεσθε, μὴ εἰς διακρίσεις διαλογισμῶν.

ὃς μὲν πιστεύει φαγεῖν πάντα, ὁ δὲ ἀσθενῶν λάχανα ἐσθίει.

ὁ ἐσθίων τὸν μὴ ἐσθίοντα μὴ ἐξουθενείτω, καὶ ὁ μὴ ἐσθίων τὸν ἐσθίοντα μὴ κρινέτω· ὁ Θεὸς γὰρ αὐτὸν προσελάβετο.

σὺ τίς εἶ ὁ κρίνων ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ Κυρίῳ στήκει ἢ πίπτει· σταθήσεται δέ· δυνατὸς γάρ ἐστιν ὁ Θεὸς στῆσαι αὐτόν.


Ἡ Ἐκκλησία, τρία μόνο Γενέθλια τιμᾶ καὶ ἑορτάζει:

α. τοῦ Δεσπότου καὶ Κυρίου μας Ἰησοῦ Χριστοῦ,|
β. τῆς Ὑπεραγίας Θεοτόκου, καὶ
γ. τοῦ Τιμίου Προδρόμου.

Τὰ γεγονότα  τῆς γεννήσεως τοῦ Τιμίου Προδρόμου ἀναφέρει ὁ Εὐαγγελιστὴς Λουκᾶς στὸ α’ κεφάλαιο τοῦ Εὐαγγελίου του.


Γράφει, λοιπόν, ὅτι στὶς ἡμέρες τοῦ βασιλέως Ἡρώδη ἐζοῦσε στὴν Ἰουδαία κάποιος ἱερέας ποὺ λεγόταν Ζαχαρίας. Εἶχε σύζυγό του τὴν Ἐλισάβετ, ἡ ὁποία ἦταν ἀπόγονος τοῦ Προφήτου Ἀαρών. Ἦσαν καὶ οἱ δύο ἄνθρωποι τοῦ Θεοῦ καὶ ἐζοῦσαν μὲ δικαιοσύνη, φόβο Θεοῦ, εὐλάβεια, σωφροσύνη, καὶ ἐτηροῦσαν τὶς θεῖες ἐντολές. Γιὰ πολλὰ χρόνια ἱκέτευαν τὸν Κύριο νὰ τοὺς εὐλογήσει μὲ τὴ χαρὰ τῆς τεκνογονίας, ἀλλὰ δὲν εἶχαν ἀποκτήσει, παρὰ τὴ θερμὴ προσευχή τους, παιδί. Ὁ Ζαχαρίας καὶ ἡ στείρα σύζυγός του Ἐλισάβετ εἶχαν φθάσει σὲ βαθὺ γήρας καὶ δὲν εἶχαν πλέον ἐλπίδα νὰ τεκνοποιήσουν.
Ἐνῶ ὁ ἱερέας Ζαχαρίας εὑρισκόταν μία ἡμέρα στὸ ναὸ καὶ ἐθυμίαζε στὸ ἱερὸ Βῆμα, ἐφανερώθηκε σ’ αὐτὸν Ἄγγελος Κυρίου, γιὰ νὰ προμηνύσει τὴ γέννηση τοῦ ἐπιγείου καὶ ἔνσαρκου ἄγγελου, τοῦ Βαπτιστοῦ Ἰωάννου. Βλέποντάς τον ὁ Ζαχαρίας ἐταράχθηκε καὶ ἐφοβήθηκε τόσο πολὺ ὥστε ἔμεινε ἐκστατικός. Τότε ὁ Ἄγγελος Κυρίου τοῦ εἶπε: «Μὴ φοβᾶσαι, Ζαχαρία. Γιατὶ ὁ Θεὸς ἐδέχθηκε τὴν προσευχή σου καὶ ἡ γυναίκα σου, ἡ Ἐλισάβετ, θὰ γεννήσει υἱό. Καὶ θὰ τὸν ὀνομάσεις Ἰωάννη. Καὶ θὰ δοκιμάσεις μεγάλη χαρὰ καὶ ἀγαλλίαση. Πολλοὶ θὰ χαροῦν γιὰ τὴ γέννησή του, γιατὶ θὰ εἶναι μεγάλος καὶ περιφανὴς ἐνώπιον τοῦ Θεοῦ. Θὰ λάβει ὅλο τὸ πλήρωμα τῆς Θείας Χάριτος καὶ θὰ γεμίσει ἀπὸ τὰ χαρίσματα τοῦ Ἁγίου Πνεύματος, ὅταν ἀκόμη θὰ κυοφορεῖται στὴν κοιλία τῆς μητέρας του Ἐλισάβετ. Καὶ μὲ τὸ κήρυγμά του θὰ ἐπιστρέψουν πολλοὶ Ἰσραηλῖτες στὴ γνώση τοῦ Ἀληθινοῦ Θεοῦ, τοῦ Κυρίου αὐτῶν».
Ἀκούγοντας ἔκπληκτος ὁ Ζαχαρίας τὸ μήνυμα τοῦ Ἀγγέλου, κατεπλάγη καὶ τὸν ἐρώτησε γεμάτος ἀπορία: «Πῶς εἶναι δυνατὸν νὰ γίνει αὐτό; Καὶ μὲ ποιὸ τρόπο θὰ τὸ γνωρίσω καὶ θὰ τὸ πιστέψω, ὅταν εἶμαι γέροντας στὴν ἡλικία καὶ ἡ γυναίκα μου ὑπέργηρη καὶ στείρα;». Τότε ὁ Ἄγγελος τοῦ εἶπε: «Ἐγὼ εἶμαι ὁ Γαβριήλ, ποὺ παρουσιάζομαι ἐνώπιον τοῦ Θεοῦ καὶ μὲ ἀπέστειλε ὁ Θεὸς νὰ σοῦ φέρω αὐτὴ τὴ χαρμόσυνη ἀγγελία. Καὶ ἰδού, ἐπειδὴ δὲν ἐπίστεψες στὰ λόγια μου, θὰ μείνεις ἄλαλος μέχρι τὴν ἡμέρα ποὺ θὰ ἐκπληρωθοῦν ὅσα σοῦ προανήγγειλα, δηλαδὴ μέχρι νὰ γεννηθεῖ ὁ Ἰωάννης».
Πράγματι ἀπὸ ἐκείνη τὴν ἡμέρα ὁ Ζαχαρίας ἔμεινε βουβὸς καὶ ἄλαλος, ἕως ὅτου ἡ Ἐλισάβετ ἔτεκε τὸν Πρόδρομο.
Τὴν ὄγδοη ἡμέρα οἱ συγγενεῖς ἦλθαν γιὰ νὰ ἐκτελέσουν τὴν περιτομὴ τοῦ παιδιοῦ καὶ ἤθελαν νὰ τὸ ὀνομάσουν μὲ τὸ ὄνομα τοῦ πατέρα του, Ζαχαρία. Ἀλλὰ ἡ Ἐλισάβετ τοὺς εἶπε ὅτι θὰ ὀνομαστεῖ Ἰωάννης. Στὴν ἀπορία τους, πῶς θὰ λάβει τὸ ὄνομα αὐτό, ἐπειδὴ κανένας ἀπὸ τοὺς συγγενεῖς δὲν εἶχε τὸ ὄνομα αὐτό, ὁ Ζαχαρίας ἐζήτησε μία μικρὴ πλάκα ἐπὶ τῆς ὁποίας ἔγραψε τὰ ἀκόλουθα: «Ἰωάννης εἶναι τὸ ὄνομά του». Καὶ ἐξεπλάγησαν ὅλοι. Ὁ Ζαχαρίας δὲ ἄνοιξε ἀμέσως τὸ στόμα του καὶ εὐλογοῦσε τὸν Θεὸ μέσα ἀπὸ τὴν καρδιά του. Ὁ δὲ Ἰωάννης καθημερινὰ ἀναδεικνυόταν ὡς ἔμψυχο ὄργανο τῆς Χάριτος τοῦ Θεοῦ, πλήρης τῶν χαρισμάτων τοῦ Ἁγίου Πνεύματος, στήλη κάθε ἀρετῆς καὶ εὐσέβειας.Κατὰ τοὺς τελευταίους βυζαντινοὺς χρόνους, ἡ ἑορτὴ αὐτὴ ἐτελεῖτο στὸ ναὸ τοῦ Προδρόμου τῆς Πέτρας, μὲ τὴν παρουσία τοῦ αὐτοκράτορος.


Ἀπολυτίκιον. Ἦχος δ’. Ταχὺ προκατάλαβε.

Προφῆτα καὶ Πρόδρομε, τ[πης παρουσίας Χριστοῦ, ἀξίως εὐφημῆσαί σε, οὐκ εὐποροῦμεν ἡμεῖς, οἱ πόθῳ τιμῶντές σε· στείρωσις γὰρ τεκούσης, καὶ πατρὸς ἀφωνία, λέλυνται τῇ ἐνδόξῳ, καὶ σεπτῇ σου γεννήσει, καὶ σάρκωσις Υἱοῦ τοῦ Θεοῦ, κόσμῳ κηρύττεται.



Κοντάκιον. Ἦχος γ’. Ἡ Παρθένος σήμερον.

Ἡ πρὶν στεῖρα σήμερον, Χριστοῦ τὸν Πρόδρομον τίκτει, καὶ αὐτὸς τὸ πλήρωμα, πάσης τῆς προφητείας· ὃνπερ γὰρ, προανεκήρυξαν οἱ Προφῆται, τοῦτον δή, ἐν Ἰορδάνῃ χειροθετήσας, ἀνεδείχθη Θεοῦ Λόγου, Προφήτης κῆρυξ, ὁμοῦ καὶ Πρόδρομος.

Μεγαλυνάριον.

Ἄνθος τὸ θεόσδοτον ἐκφυέν, σήμερον ἐκ στείρας, εὐωδίας ἁγιασμοῦ, ἔπλησε τὰ πάντα, τὴν ἔρημον τὰ ὄρη, τῶν ποταμῶν τὰ ῥεῖθρα, Χριστοῦ ὁ Πρόδρομος.

Δείτε σχετικά:

ΛΟΓΟΣ ΕΓΚΩΜΙΑΣΤΙΚΟΣ ΕΙΣ ΤΟ ΓΕΝΕΣΙΟΝ ΤΟΥ ΤΙΜΙΟΥ ΠΡΟΔΡΟΜΟΥ (ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΣΤΟΥΔΙΤΟΥ)